Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.48 Dem. 29.52 (English) >>Dem. 29.55

29.50πολλὰ μὲν οὖν ἔγωγʼ ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν· οὐκ ἐνδέχεται δέ μοι, τῷ μάρτυρι τοῦ κινδύνου περὶ τῆς ἐπιτιμίας ὄντος, περὶ ὧν αὐτὸς ἠδίκημαι λέγειν. ἀλλὰ βούλομαι πρόκλησιν ὑμῖν ἀναγνῶναι· γνώσεσθε γὰρ ἐξ αὐτῆς ἀκούσαντες, τὰ μεμαρτυρημένʼ ὡς ἔστιν ἀληθῆ, καὶ τὸν Μιλύαν ὅτι νῦν μὲν περὶ πάντων φησὶν ἐξαιτεῖν, τὸ δὲ πρῶτον ὑπὲρ τριάκοντα μόνον μνῶν ἐξῄτει, καὶ προσέτι ζημιοῦται κατὰ τὴν μαρτυρίαν οὐδέν. 29.51ἐγὼ γὰρ πανταχῇ τοῦτον ἐλέγξαι βουλόμενος, καὶ τὰς τέχνας αὐτοῦ καὶ τὰς πανουργίας ἐμφανεῖς ὑμῖν καταστῆσαι πειρώμενος, ἠρόμην αὐτὸν πόσʼ εἴη τὰ χρήματα τὸ πλῆθος, καθʼ τὸν Μιλύαν ὡς συνειδότʼ ἐξῄτησεν· οὗτος δὲ ψευσάμενος περὶ πάντων ἔφησεν. “περὶ μὲν τοίνυνἔφην ἐγώτούτου παραδώσω σοι τὸν ἔχοντα τἀντίγραφα ὧν σύ με προὐκαλέσω. 29.52προομόσαντος δέ μου τὸν ἄνθρωπον ὡς ὡμολόγησας ἐλεύθερον εἶναι καὶ κατὰ Δήμωνος ἐμαρτύρησας, ἂν ἀπομόσῃς τἀναντία τούτων κατὰ τῆς θυγατρός, ἀφίημί σοι πάνθʼ ὑπὲρ ὧν ἂν ἐξαιτήσας φανῇς τὸ πρῶτον βασανιζομένου τοῦ παιδός, καὶ τοσούτῳ σοι γενέσθω τὸ τίμημʼ ἔλαττον ὧν ὦφλες, καθʼ τὸν Μιλύαν ἐξῄτησας, ἵνα μηδὲν ζημιωθῇς παρὰ τοὺς μάρτυρας.” 29.53ταῦτʼ ἐμοῦ προκαλεσαμένου πολλῶν παρόντων, οὐκ ἂν ἔφη ποιῆσαι. καίτοι ὅστις αὐτὸς αὑτῷ ταῦτʼ ἔφυγεν δικάσαι, πῶς ὑμᾶς χρὴ τοὺς ὀμωμοκότας τούτῳ πειθομένους καταγνῶναι τῶν μαρτύρων, ἀλλʼ οὐ τοῦτον ἀναισχυντότατον πάντων ἀνθρώπων εἶναι νομίζειν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας.Μάρτυρες



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.48 Dem. 29.52 (English) >>Dem. 29.55

Powered by PhiloLogic